Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 22.1 | Dem. 22.5 (English) | >>Dem. 22.7 |
22.4ἐγὼ γὰρ εἰ μὲν ἑώρων τινʼ ἁπλῆν τούτῳ περὶ ὧν φεύγει πρὸς ὑμᾶς οὖσαν ἀπολογίαν , οὐκ ἂν ἐποιούμην περὶ αὐτῆς μνείαν οὐδεμίαν . νῦν δʼ οἶδα σαφῶς ὅτι οὗτος ἁπλοῦν μὲν οὐδὲ δίκαιον οὐδὲν ἂν εἰπεῖν ἔχοι , ἐξαπατᾶν δʼ ὑμᾶς πειράσεται πλάττων καὶ παράγων πρὸς ἕκαστα τούτων κακούργους λόγους . ἔστι γάρ , ὦ ἄνδρες Ἀθηναῖοι , τεχνίτης τοῦ λέγειν καὶ πάντα τὸν βίον ἐσχόλακεν ἐν τούτῳ . ὑπὲρ οὖν τοῦ μὴ παρακρουσθέντας ὑμᾶς ἐναντία μὲν τοῖς ὀμωμοσμένοις πεισθῆναι ψηφίσασθαι , ἀφεῖναι δὲ τοῦτον ὃν ὑμῖν πολλῶν ἕνεκʼ ἄξιον κολάσαι , προσέχετε τὸν νοῦν οἷς ἐρῶ , ἵνʼ ἀκούσαντες ἐμοῦ πρὸς ἕκαστον τῶν ὑπὸ τούτου ῥηθησομένων ἔχηθʼ ὑπολαμβάνειν ἃ δεῖ .
ἔστι γὰρ εἷς μὲν ὃν οἴεται τεχνικῶς ἔχειν αὐτῷ λόγος περὶ τοῦ ἀπροβουλεύτου . νόμος ἐστί , φησίν , ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρειᾶς , διδόναι τὸν δῆμον τὴν δωρειὰν αὐτῇ . ταῦτʼ ἐπήρετο , φησίν , ὁ ἐπιστάτης , διεχειροτόνησεν ὁ δῆμος , ἔδοξεν . οὐδὲν δεῖ , φησί , προβουλεύματος ἐνταῦθα · κατὰ γὰρ νόμον ἦν τὰ γιγνόμενα . ἐγὼ δʼ αὐτὸ τοὐναντίον οἴομαι , νομίζω δὲ καὶ ὑμῖν συνδόξειν , περὶ τούτων <δεῖν > τὰ προβουλεύματʼ ἐκφέρειν μόνων περὶ ὧν κελεύουσιν οἱ νόμοι , ἐπεὶ περὶ ὧν γε μὴ κεῖνται νόμοι οὐδὲ γράφειν τὴν ἀρχὴν προσήκει οὐδὲ ἓν δήπου .
22.5
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 22.1 | Dem. 22.5 (English) | >>Dem. 22.7 |